KT Room. 3 teksti (KREIKKA TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET)
| kt-06-03-teksti.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 15.11.2025).
K KREIKKA https://gen.fi/k.html
KT TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET https://gen.fi/kt.html
KT ROOM. https://gen.fi/kt-06.html
KT ROOM. 3 https://gen.fi/kt-06-03.html
KT Room. 3 (teksti kreikaksi)
https://gen.fi/kt-06-03-teksti.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Room. 3
1.1 Room. 3:1–8
1.2 Room. 3:9–20
1.3 Room. 3:21–31 (12 shel, 1. vsk)
2. Tekstikritiikki
0. DOKUMENTTEJA
I Juha Muukkosen (Genesis ry) kotisivujen sivukartta
https://gen.fi/info-sivukartta.html
L Kirkkovuoden pyhäpäivien lyhenteet
https://gen.fi/info-l-kirkkovuosi.html
Greek New Testament. Ed. Michael W. Holmes.
Society of Biblical Literature 2010 (SBLGNT)
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934 (kopioi selaimeesi alla olevan linkin osoite)
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. ROOM. 3 (Room03K)
Alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan.
Numeerisen laitoksen tekstijaksot:
• Room. 3:1–8
• Room. 3:9–31
□ Room. 3:9–26
□ Room. 3:27–31
1.1 ROOM. 3:1–8
Room03_01K
Τί οὖν τὸ περισσὸν τοῦ ᾿Ιουδαίου,
ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς;
Room03_02K
πολὺ κατὰ πάντα τρόπον.
πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.
Room03_03K
τί γάρ; εἰ ἠπίστησάν τινες,
μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει;
Room03_04K
μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής,
πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται
῞Οπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου
καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.
Room03_05K
εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν;
μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν;
κατὰ ἄνθρωπον λέγω.
Room03_06K
μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;
Room03_07K
εἰ δὲ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι
ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ,
τί ἔτι κα᾿ ᾿γὼ ὡς ἁμαρτωλὸς κρίνομαι,
Room03_08K
καὶ μὴ καθὼς βλασφημούμεθα
καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι
Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά;
ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.
1.2 ROOM. 3:9–20
Room03_09K
Τί οὖν; προεχόμεθα; οὐ πάντως,
προῃτιασάμεθα γὰρ ᾿Ιουδαίους τε καὶ ῞Ελληνας πάντας
ὑφ᾿ ἁμαρτίαν εἶναι,
Room03_10K
καθὼς γέγραπται ὅτι
Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς,
Room03_11K
οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν·
Room03_12K
πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν·
οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
Room03_13K
τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,
ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν,
ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,
Room03_14K
ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
Room03_15K
ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,
Room03_16K
σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
Room03_17K
καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.
Room03_18K
οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Room03_19K
Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ,
ἵνα πᾶν στόμα φραγῇ
καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ·
Room03_20K
δι᾿ ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται
πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ·
διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
1.3 ROOM. 3:21–31 (12 shel, 1. vsk)
Room03_21K
νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται,
μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
Room03_22K
δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ
εἰς πάντας τοὺς πιστεύοντας,
οὐ γάρ ἐστιν διαστολή.
Room03_23K
πάντες γὰρ ἥμαρτον,
καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ,
KT Room. 3:23 (teksti, sanastoa ja käännös)
https://gen.fi/kt-06-03-23.html
Room03_24K
δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι
διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ ᾿Ιησοῦ·
Room03_25K
ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι,
εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ
διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
Room03_26K
ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ,
πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ,
εἰς τὸ εἶναι αὐτὸν δίκαιον
καὶ δικαιοῦντα τὸν ἐκ πίστεως ᾿Ιησοῦ.
Room03_27K
Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη.
διὰ ποίου νόμου; τῶν ἔργων;
οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
Room03_28K
λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου.
Room03_29K
ἢ ᾿Ιουδαίων ὁ Θεὸς μόνον;
οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν,
Room03_30K
εἴπερ εἷς ὁ Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως
καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
Room03_31K
νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως;
μὴ γένοιτο, ἀλλὰ νόμον ἱστάνομεν.
2. TEKSTIKRITIIKKI
Valikoima kohdista, joissa Ivan Paninin vuonna 1934 julkaisema numeerinen teksti eroaa Michael W. Holmesin vuonna 2010 toimittamasta Society of Biblical Literature Greek New Testament -tekstilaitoksesta. SBLGNT-teksti on annettu hakasulkeissa.
Room03_04 Θεός
[θεός], samoin jakeet 5, 6, 7, 11, 18, 19, 21, 22, 23, 25,
26, 29, 30
Room03_04 καθάπερ
[καθώς]
καθάπερ konj. (17x) sen mukaan kuin, niin kuin
καθώς konj. (~180x) niin kuin, sen mukaan kuin, siinä määrin kuin, koska,
kun, sitä mukaa kun, kuinka
Room03_07 κα᾿ ᾿γώ
[κἀγώ]
Room03_20 δι᾿ ὅτι
[διότι]
3. SUOMALAISIA KÄÄNNÖKSIÄ JA PARAFRAASEJA
L Alkutekstien ja suomalaisten raamatunkäännösten lyhenteet
https://gen.fi/info-l-suomalaiset-raamatunkaannokset.html