KT Joh. 11 teksti (KREIKKA TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET)
| kt-04-11-teksti.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 12.9.2026).
K KREIKKA https://gen.fi/k.html
KT TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET https://gen.fi/kt.html
KT JOH. https://gen.fi/kt-04.html
KT JOH. 11 https://gen.fi/kt-04-11.html
KT Joh. 11 teksti kreikaksi
https://gen.fi/kt-04-11-teksti.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Joh. 11
1.0 Numeerisen laitoksen tekstijaksot
1.1 Joh. 11:1–16 Jeesus viivyttelee Lasaruksen luokse lähtemistä
1.2 Joh. 11:17–20 Martta tulee Jeesusta vastaan
1.3 Joh. 11:21–29 (30–31) 32–45 Jeesus herättää Lasaruksen kuolleista (17 shel, 2. vsk)
1.4 Joh. 11:46 Fariseuksille ilmoitetaan Lasaruksen herättäminen
1.5 Joh. 11:47–53 Jeesus päätetään surmata (5 paas, 1. vsk)
1.6 Joh. 11:54–57 Jeesus oleskelee Efraim-nimisessä kaupungissa
2. Tekstikritiikki
3. Suomalaisia käännöksiä ja parafraaseja
0. DOKUMENTTEJA
I Juha Muukkosen (Genesis ry) kotisivujen sivukartta
https://gen.fi/info-sivukartta.html
L Kirkkovuoden pyhäpäivien lyhenteet
https://gen.fi/info-l-kirkkovuosi.html
Greek New Testament. Ed. Michael W. Holmes.
Society of Biblical Literature 2010 (SBLGNT)
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. JOH. 11 (Joh11K)
1.0 NUMEERISEN LAITOKSEN TEKSTIJAKSOT
Alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan.
Numeerisen laitoksen tekstijaksot:
• Joh. 11:1–16
• Joh. 11:17–44
• Joh. 11:45–46
• Joh. 11:47–53
• Joh. 11:54–57
1.1 JOH. 11:1–16 Jeesus viivyttelee Lasaruksen luokse lähtemistä
Joh11_01K
῏Ην δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας
ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
Joh11_02K
ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν Κύριον μύρῳ
καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς,
ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
Joh11_03K
ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι
Κύριε ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
Joh11_04K
ἀκούσας δὲ ὁ ᾿Ιησοῦς εἶπεν
Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον
ἀλλ᾿ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ
ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾿ αὐτῆς.
Joh11_05K
ἠγάπα δὲ ὁ ᾿Ιησοῦς τὴν Μάρθαν
καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
Joh11_06K
ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ,
τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας.
Joh11_07K
ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς
῎Αγωμεν εἰς τὴν ᾿Ιουδαίαν πάλιν.
Joh11_08K
λέγουσιν αὐτῷ οἱ μαθηταί
῾Ραββεί, νῦν ἐζήτουν σε λιθάσαι οἱ ᾿Ιουδαῖοι,
καὶ πάλιν ὑπάγεις ἐκεῖ;
Joh11_09K
ἀπεκρίθη ᾿Ιησοῦς Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας;
ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει,
ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
Joh11_10K
ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει,
ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
Joh11_11K
ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς
Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται,
ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
Joh11_12K
εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ
Κύριε, εἰ κεκοίμηται σωθήσεται.
Joh11_13K
εἰρήκει δὲ ὁ ᾿Ιησοῦς περὶ τοῦ θανάτου αὐτοῦ·
ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
Joh11_14K
τότε οὖν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς παρρησίᾳ
Λάζαρος ἀπέθανεν,
Joh11_15K
καὶ χαίρω δι᾿ ὑμᾶς, ἵνα πιστεύσητε,
ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
Joh11_16K
εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συνμαθηταῖς
῎Αγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾿ αὐτοῦ.
1.2 JOH. 11:17–20 Martta tulee Jeesusta vastaan
Joh11_17K
᾿Ελθὼν οὖν ὁ ᾿Ιησοῦς εὗρεν αὐτὸν
τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.
Joh11_18K
ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν ᾿Ιεροσολύμων,
ὡς ἀπὸ σταδίων δέκα πέντε·
Joh11_19K
πολλοὶ δὲ ἐκ τῶν ᾿Ιουδαίων ἐληλύθεισαν
πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ
ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
Joh11_20K
ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ᾿Ιησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ·
Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
1.3 JOH. 11:21–29 (30–31) 32–45 Jeesus herättää Lasaruksen (17 shel, 2. vsk)
Joh11_21K
εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν ᾿Ιησοῦν
Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν ἀπέθανεν ὁ ἀδελφός μου·
Joh11_22K
καὶ νῦν οἶδα ὅτι ὅσα ἄν αἰτήσῃ τὸν Θεὸν δώσει σοι ὁ Θεός.
Joh11_23K
λέγει αὐτῇ ὁ ᾿Ιησοῦς
᾿Αναστήσεται ὁ ἀδελφός σου.
Joh11_24K
λέγει αὐτῷ ἡ Μάρθα
Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Joh11_25K
εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς
᾿Εγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.
ὁ πιστεύων εἰς ἐμὲ κα᾿ ᾿ν ἀποθάνῃ ζήσεται,
Joh11_26K
καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα.
πιστεύεις τοῦτο;
Joh11_27K
λέγει αὐτῷ
Ναί, Κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ
ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
Joh11_28K
Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν
καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἴπασα
῾Ο διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.
Joh11_29K
ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν.
Joh11_30K
οὔπω δὲ ἐληλύθει ὁ ᾿Ιησοῦς εἰς τὴν κώμην,
ἀλλ᾿ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
Joh11_31K
οἱ οὖν ᾿Ιουδαῖοι
οἱ ὄντες μετ᾿ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν,
ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν
ἠκολούθησαν αὐτῇ δόξαντες
ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
Joh11_32K
ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν ᾿Ιησοῦς
ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ
Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.
Joh11_33K
᾿Ιησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν
καὶ τοὺς συνελθόντας αὐτῇ ᾿Ιουδαίους κλαίοντας
ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
Joh11_34K
καὶ εἶπεν Ποῦ τεθείκατε αὐτόν;
λέγουσιν αὐτῷ Κύριε, ἔρχου καὶ ἴδε.
Joh11_35K
ἐδάκρυσεν ὁ ᾿Ιησοῦς.
Joh11_36K
ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι,
῎Ιδε πῶς ἐφίλει αὐτόν.
Joh11_37K
τινὲς δὲ ἐξ αὐτῶν εἶπαν,
Οὐκ ἐδύνατο οὗτος,
ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι
ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
Joh11_38K
᾿Ιησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ
ἔρχεται εἰς τὸ μνημεῖον.
ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾿ αὐτῷ.
Joh11_39K
λέγει ὁ ᾿Ιησοῦς ῎Αρατε τὸν λίθον.
λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα
Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
Joh11_40K
λέγει αὐτῇ ὁ ᾿Ιησοῦς
Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ Θεοῦ;
Joh11_41K
ἦραν οὖν τὸν λίθον. ὁ δὲ ᾿Ιησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω,
καὶ εἶπεν Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου,
Joh11_42K
ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις·
ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον
ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
Joh11_43K
καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν
Λάζαρε, δεῦρο ἔξω.
KT Joh. 11:43 teksti kreikaksi, sanastoa ja käännökset
https://gen.fi/kt-04-11-43.html
Joh11_44K
ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις
καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο.
λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς
Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.
KT Joh. 11:44 teksti kreikaksi, sanastoa ja käännökset
https://gen.fi/kt-04-11-44.html
Joh11_45K
Πολλοὶ οὖν ἐκ τῶν ᾿Ιουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ
καὶ θεασάμενοι ὅ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν.
KT Joh. 11:45 teksti kreikaksi, sanastoa ja käännökset
https://gen.fi/kt-04-11-45.html
1.4 JOH. 11:46 Fariseuksille ilmoitetaan Lasaruksen herättäminen
Joh11_46K
τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους
καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν ᾿Ιησοῦς.
1.5 JOH. 11:47–53 Jeesus päätetään surmata (5 paas, 1. vsk)
Joh11_47K
Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον,
καὶ ἔλεγον
Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα·
Joh11_48K
ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν·
καὶ ἐλεύσονται οἱ ῾Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν
καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
Joh11_49K
εἷς δέ τις ἐξ αὐτῶν Καιάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου
εἶπεν αὐτοῖς ῾Υμεῖς οὐκ οἴδατε οὐδέν
Joh11_50K
οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν
ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ,
καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
Joh11_51K
Τοῦτο δὲ ἀφ᾿ ἑαυτοῦ οὐκ εἶπεν,
ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν,
ὅτι ἔμελλεν ᾿Ιησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,
Joh11_52K
καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον,
ἀλλ᾿ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ
τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
Joh11_53K
᾿Απ᾿ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο
ἵνα ἀποκτείνωσιν αὐτόν.
1.6 JOH. 11:54–57 Jeesus oleskelee Efraim-nimisessä kaupungissa
Joh11_54K
῾Ο οὖν ᾿Ιησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς ᾿Ιουδαίοις,
ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου,
εἰς ᾿Εφραὶμ λεγομένην πόλιν, κα᾿ ᾿κεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
Joh11_55K
ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν ᾿Ιουδαίων,
καὶ ἀνέβησαν πολλοὶ εἰς ᾿Ιεροσόλυμα
ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς.
Joh11_56K
ἐζήτουν οὖν τὸν ᾿Ιησοῦν
καὶ ἔλεγον μετ᾿ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες
Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
Joh11_57K
δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς
ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
2. TEKSTIKRITIIKKI
Valikoima kohdista, joissa Ivan Paninin vuonna 1934 julkaisema numeerinen teksti eroaa Michael W. Holmesin vuonna 2010 toimittamasta Society of Biblical Literature Greek New Testament -tekstilaitoksesta. SBLGNT-teksti on annettu hakasulkeissa.
Paninin editiossa Θεός ja Κύριος on kirjoitettu isolla alkukirjaimella, SBLGNT-laitoksessa pienellä [θεός, κύριος j. 2, 4 (2x), 22 (2x), 27, 40, 52].
Joh11_18 ᾿Ιεροσολύμων
[῾Ιεροσολύμων] – myös j. 55
Joh11_18 δέκα πέντε
[δεκαπέντε]
Joh11_25 κα᾿ ᾿ν
[κἂν]
Joh11_27 Χριστὸς
[χριστὸς]
Joh11_28 εἴπασα
[εἰποῦσα]
Joh11_45 ὃ
[ἃ]
Joh11_54 κα᾿ ᾿κεῖ
[κἀκεῖ]
3. SUOMALAISIA KÄÄNNÖKSIÄ JA PARAFRAASEJA
L Alkutekstien ja suomalaisten raamatunkäännösten lyhenteet
https://gen.fi/info-l-suomalaiset-raamatunkaannokset.html