KT Joh. 5 teksti (KREIKKA TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET)
| kt-04-05-teksti.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 26.8.2026).
K KREIKKA https://gen.fi/k.html
KT TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET https://gen.fi/kt.html
KT JOH. https://gen.fi/kt-04.html
KT JOH. 5 https://gen.fi/kt-04-05.html
KT Joh. 5 teksti kreikaksi
https://gen.fi/kt-04-05-teksti.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Joh. 5
1.0 Numeerisen laitoksen tekstijaksot
1.1 Joh. 5:1–15 Jeesus parantaa miehen Betsatan (Betesdan) altaalla (15 shel, 2. vsk)
1.2 Joh. 5:16–18 Jeesusta vainotaan sapattina parantamisen tähden
1.3 Joh. 5:19–21 Poika tekee samaa kuin Isä (17 shel, 3. vsk)
1.4 Joh. 5:22–29 Kuolleet kuulevat Jumalan Pojan äänen (Tuo, vst)
1.5 Joh. 5:30–47 Jumalan Pojan valtuuksien todistajat
2. Tekstikritiikki
3. Suomalaisia käännöksiä ja parafraaseja
0. DOKUMENTTEJA
I Juha Muukkosen (Genesis ry) kotisivujen sivukartta
https://gen.fi/info-sivukartta.html
L Kirkkovuoden pyhäpäivien lyhenteet
https://gen.fi/info-l-kirkkovuosi.html
Greek New Testament. Ed. Michael W. Holmes.
Society of Biblical Literature 2010 (SBLGNT)
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934 (kopioi selaimeesi alla olevan linkin osoite)
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. JOH. 5 (Joh05K)
1.0 NUMEERISEN LAITOKSEN TEKSTIJAKSOT
Alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan.
Numeerisen laitoksen tekstijaksot:
• Joh. 5:1–9a
• Joh. 5:9b–47
□ Joh. 5:9b–30
□ Joh. 5:31–47
Jae Joh05_04 puuttuu numeerisesta alkutekstistä.
1.1 JOH. 5:1–15 JEESUS PARANTAA MIEHEN BETSATAN
(BETESDAN) ALTAALLA (15 shel, 2. vsk)
Joh05_01K
Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν ᾿Ιουδαίων,
καὶ ἀνέβη ᾿Ιησοῦς εἰς ᾿Ιεροσόλυμα.
Joh05_02K
῎Εστιν δὲ ἐν τοῖς ᾿Ιεροσολύμοις
ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη ῾Εβραϊστὶ Βηθζαθά,
πέντε στοὰς ἔχουσα·
Joh05_03K
ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων,
τυφλῶν, χωλῶν, ξηρῶν.
Joh05_05K
ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα ὀκτὼ ἔτη ἔχων
ἐν τῇ ἀσθενείᾳ αὐτοῦ·
Joh05_06K
τοῦτον ἰδὼν ὁ ᾿Ιησοῦς κατακείμενον,
καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ
Θέλεις ὑγιὴς γενέσθαι;
Joh05_07K
ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν
Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ
βάλῃ με εἰς τὴν κολυμβήθραν·
ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
Joh05_08K
λέγει αὐτῷ ὁ ᾿Ιησοῦς
῎Εγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
Joh05_09K
καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος,
καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.
῏Ην δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
Joh05_10K
ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι τῷ τεθεραπευμένῳ
Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον.
Joh05_11K
ὃς δὲ ἀπεκρίθη αὐτοῖς
῾Ο ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν
῏Αρον τὸν κράβαττόν σου, καὶ περιπάτει.
Joh05_12K
ἠρώτησαν οὖν αὐτόν
Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι ῏Αρον, καὶ περιπάτει;
Joh05_13K
ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν,
ὁ γὰρ ᾿Ιησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
Joh05_14K
Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ᾿Ιησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ῎Ιδε ὑγιὴς γέγονας·
μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.
KT Joh. 5:14 (teksti kreikaksi, sanastoa ja käännös)
https://gen.fi/kt-04-05-14.html
Joh05_15K
ἀπῆλθεν ὁ ἄνθρωπος καὶ εἶπεν τοῖς ᾿Ιουδαίοις
ὅτι ᾿Ιησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
KT Joh. 5:15 (teksti kreikaksi, sanastoa ja käännökset)
https://gen.fi/kt-04-05-15.html
1.2 JOH. 5:16–18 JEESUSTA VAINOTAAN SAPATTINA
PARANTAMISEN TÄHDEN
Joh05_16
καὶ διὰ τοῦτο ἐδίωκον οἱ ᾿Ιουδαῖοι τὸν ᾿Ιησοῦν
ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
Joh05_17
ὁ δὲ ἀπεκρίνατο αὐτοῖς
῾Ο πατήρ μου ἕως ἄρτι ἐργάζεται, κα᾿ ᾿γὼ ἐργάζομαι.
Joh05_18
διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ ᾿Ιουδαῖοι ἀποκτεῖναι,
ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον
ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν,
ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.
1.3 JOH. 5:19–21 POIKA TEKEE SAMAA KUIN ISÄ (17 shel, 3. vsk)
Joh05_19
᾿Απεκρίνατο οὖν ὁ ᾿Ιησοῦς καὶ ἔλεγεν αὐτοῖς
᾿Αμὴν ἀμὴν λέγω ὑμῖν,
οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ οὐδὲν
ἂν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα·
ἃ γὰρ ἄν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.
Joh05_20
ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν
καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ·
καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε.
Joh05_21
ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ,
οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.
1.4 JOH. 5:22–29 KUOLLEET KUULEVAT JUMALAN POJAN ÄÄNEN
(Tuo, vst)
Joh05_22
οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα,
ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ,
Joh05_23
ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα.
ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.
Joh05_24
᾿Αμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων
καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον,
καὶ εἰς κρίσιν οὐκ ἔρχεται
ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
Joh05_25
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν
ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ
καὶ οἱ ἀκούσαντες ζήσουσιν.
Joh05_26
ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ,
οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ·
Joh05_27
καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν,
ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
Joh05_28
μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα,
ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ
Joh05_29
καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς,
οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
1.5 JOH. 5:30–47 JUMALAN POJAN VALTUUKSIEN TODISTAJAT
Joh05_30
Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν·
καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν,
ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν
ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
Joh05_31K
᾿Εὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ,
ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.
Joh05_32
ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ,
καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.
Joh05_33
ὑμεῖς ἀπεστάλκατε πρὸς ᾿Ιωάνην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ.
Joh05_34
ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω,
ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.
Joh05_35
ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων,
ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.
Joh05_36
ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ ᾿Ιωάνου,
τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά,
αὐτὰ τὰ ἔργα ἃ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ
ὅτι ὁ πατήρ με ἀπέσταλκεν,
Joh05_37
καὶ ὁ πέμψας με πατὴρ ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ.
οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε,
Joh05_38
καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα,
ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.
Joh05_39
ἐραυνᾶτε τὰς γραφάς,
ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν·
καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·
Joh05_40
καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.
Joh05_41
Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω,
Joh05_42
ἀλλὰ ἔγνωκα ὑμᾶς
ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.
Joh05_43
ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με.
ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.
Joh05_44
πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ᾿ ἀλλήλων λαμβάνοντες,
καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;
Joh05_45
μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα·
ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
Joh05_46
εἰ γὰρ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἄν ἐμοί,
περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.
Joh05_47
εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε,
πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;
2. TEKSTIKRITIIKKI
Valikoima kohdista, joissa Ivan Paninin vuonna 1934 julkaisema numeerinen teksti eroaa Michael W. Holmesin vuonna 2010 toimittamasta Society of Biblical Literature Greek New Testament -tekstilaitoksesta. SBLGNT-teksti on annettu hakasulkeissa.
Paninin editiossa Θεός on kirjoitettu suurella alkukirjaimella, SBLGNT-laitoksessa pienellä [θεός j. 18 (2x), 25, 42, 44].
Joh05_01 ᾿Ιεροσόλυμα
[῾Ιεροσόλυμα]
Joh05_02 ᾿Ιεροσολύμοις
[῾Ιεροσολύμοις]
Joh05_02 Βηθζαθά
[Βηθεσδά]
Joh05_15 εἶπεν
[ἀνήγγειλεν]
Joh05_17 κα᾿ ᾿γὼ
[κἀγὼ]
Joh05_19 ἂν
[ἐὰν]
Joh05_29 οἱ τὰ φαῦλα
[οἱ δὲ τὰ φαῦλα]
Joh05_31 ᾿Ιωάνην
[᾿Ιωάννην] – myös j. 36
3. SUOMALAISIA KÄÄNNÖKSIÄ JA PARAFRAASEJA
L Alkutekstien ja suomalaisten raamatunkäännösten lyhenteet
https://gen.fi/info-l-suomalaiset-raamatunkaannokset.html