KT Joh. 4 teksti (KREIKKA TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET)
| kt-04-04-teksti.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 4.8.2025).
K KREIKKA https://gen.fi/k.html
KT TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET https://gen.fi/kt.html
KT JOH. https://gen.fi/kt-04.html
KT JOH. 4 https://gen.fi/kt-04-04.html
KT Joh. 4 (teksti kreikaksi)
https://gen.fi/kt-04-04-teksti.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Joh. 4
1.1 Joh. 4:1–4
1.2 Joh. 4:5–26 (2 slop, 2. vsk.)
1.3 Joh. 4:27–30
1.4 Joh. 4:31–38 (2 ep, 2. vsk.; Joh. 4:34–38, Hen)
1.5 Joh. 4:39–42 (3 slop, 2. vsk.)
1.6 Joh. 4:43–45
1.7 Joh. 4:46–53 (Usk, 1. vsk.)
1.8 Joh. 4:54
2. Tekstikritiikki
3. Suomalaisia käännöksiä ja parafraaseja
0. DOKUMENTTEJA
I Juha Muukkosen (Genesis ry) kotisivujen sivukartta
https://gen.fi/info-sivukartta.html
Greek New Testament. Ed. Michael W. Holmes.
Society of Biblical Literature 2010 (SBLGNT)
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934 (kopioi selaimeesi alla olevan linkin osoite)
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. JOH. 4 (Joh04K)
1.0 NUMEERISEN LAITOKSEN TEKSTIJAKSOT
Alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan.
Numeerisen laitoksen tekstijaksot:
• Joh. 4:1–26
• Joh. 4:27–38
□ Joh. 4:27–30
□ Joh. 4:31–38
• Joh. 4:39–42
• Joh. 4:43–45
• Joh. 4:46–54
1.1 JOH. 4:1–4
Joh04_01K
῾Ως οὖν ἔγνω ὁ ᾿Ιησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι
ὅτι ᾿Ιησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ ᾿Ιωάνης, –
Joh04_02K
καίτοιγε ᾿Ιησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ᾿ οἱ μαθηταὶ αὐτοῦ, –
Joh04_03K
ἀφῆκεν τὴν ᾿Ιουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
Joh04_04K
ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρίας.
1.2 JOH. 4:5–26 (2 slop, 2. vsk.)
Joh04_05K
ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρίας
λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου
ὃ ἔδωκεν ᾿Ιακὼβ τῷ ᾿Ιωσὴφ τῷ υἱῷ αὐτοῦ·
Joh04_06K
ἦν δὲ ἐκεῖ πηγὴ τοῦ ᾿Ιακώβ.
ὁ οὖν ᾿Ιησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας
ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ.
ὥρα ἦν ὡς ἕκτη.
Joh04_07K
῎Ερχεται γυνὴ ἐκ τῆς Σαμαρίας ἀντλῆσαι ὕδωρ.
λέγει αὐτῇ ὁ ᾿Ιησοῦς
Δός μοι πεῖν.
Joh04_08K
οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν,
ἵνα τροφὰς ἀγοράσωσιν.
Joh04_09K
λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις
Πῶς σὺ ᾿Ιουδαῖος ὢν
παρ᾿ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης;
οὐ γὰρ συγχρῶνται ᾿Ιουδαῖοι Σαμαρείταις.
Joh04_10K
ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῇ
Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ
καὶ τίς ἐστιν ὁ λέγων σοι Δός μοι πεῖν,
σὺ ἄν ᾔτησας αὐτὸν
καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
Joh04_11K
λέγει αὐτῷ
Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ·
πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
Joh04_12K
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ᾿Ιακώβ,
ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ
καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν
καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
Joh04_13K
ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῇ
Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
Joh04_14K
ὃς δ᾿ ἄν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ,
οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα,
ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ
πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
Joh04_15K
λέγει πρὸς αὐτὸν ἡ γυνή
Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ,
ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν.
Joh04_16K
λέγει αὐτῇ
῞Υπαγε, φώνησον σου τὸν ἄνδρα, καὶ ἐλθὲ ἐνθάδε.
Joh04_17K
ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ
Οὐκ ἔχω ἄνδρα.
λέγει αὐτῇ ὁ ᾿Ιησοῦς
Καλῶς εἶπες ὅτι ῎Ανδρα οὐκ ἔχω·
Joh04_18K
πέντε γὰρ ἄνδρας ἔσχες,
καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ·
τοῦτο ἀληθὲς εἴρηκας.
Joh04_19K
λέγει αὐτῷ ἡ γυνή
Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
Joh04_20K
οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν·
καὶ ὑμεῖς λέγετε
ὅτι ἐν ῾Ιεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.
Joh04_21K
λέγει αὐτῇ ὁ ᾿Ιησοῦς
Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα
ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν ῾Ιεροσολύμοις
προσκυνήσετε τῷ πατρί.
Joh04_22K
ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε·
ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν,
ὅτι ἡ σωτηρία ἐκ τῶν ᾿Ιουδαίων ἐστίν·
Joh04_23K
ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν,
ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ
προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ,
καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
Joh04_24K
πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν
ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Joh04_25K
λέγει αὐτῷ ἡ γυνή
Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός·
ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
Joh04_26K
λέγει αὐτῇ ὁ ᾿Ιησοῦς
᾿Εγώ εἰμι, ὁ λαλῶν σοι.
1.3 JOH. 4:27–30
Joh04_27K
Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ·
καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει·
οὐδεὶς μέντοι εἶπεν
Τί ζητεῖς; ἢ Τί λαλεῖς μετ᾿ αὐτῆς;
Joh04_28K
ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ
καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις
Joh04_29K
Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ἃ ἐποίησα·
μήτι οὗτός ἐστιν ὁ Χριστός;
Joh04_30K
ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.
1.4 JOH. 4:31–38 (2 ep, 2. vsk.; Joh. 4:34–38 Hen)
Joh04_31K
᾿Εν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες
῾Ραββεί, φάγε.
Joh04_32K
ὁ δὲ εἶπεν αὐτοῖς
᾿Εγὼ βρῶσιν ἔχω φαγεῖν
ἣν ὑμεῖς οὐκ οἴδατε.
Joh04_33K
ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους
Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
Joh04_34K
λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς
᾿Εμὸν βρῶμά ἐστιν
ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με
καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
Joh04_35K
οὐχ ὑμεῖς λέγετε ὅτι
῎Ετι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται;
ἰδοὺ λέγω ὑμῖν,
ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας
ὅτι λευκαί εἰσιν πρὸς θερισμόν·
Joh04_36K
ἤδη ὁ θερίζων μισθὸν λαμβάνει
καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον,
ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
Joh04_37K
ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς
ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
Joh04_38K
ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν
ὃ οὐχ ὑμεῖς κεκοπιάκατε·
ἄλλοι κεκοπιάκασιν,
καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
1.5 JOH. 4:39–42 (3 slop, 2. vsk.)
Joh04_39K
᾿Εκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν
τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι
Εἶπέν μοι πάντα ἃ ἐποίησα.
Joh04_40K
ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται,
ἠρώτων αὐτὸν μεῖναι παρ᾿ αὐτοῖς·
καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
Joh04_41K
καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
Joh04_42K
τῇ τε γυναικὶ ἔλεγον ὅτι
Οὐκέτι διὰ τὴν λαλιὰν σου πιστεύομεν·
αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν
ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.
1.6 JOH. 4:43–45
Joh04_43K
Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν.
Joh04_44K
αὐτὸς γὰρ ᾿Ιησοῦς ἐμαρτύρησεν
ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
Joh04_45K
ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι,
πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν ᾿Ιεροσολύμοις ἐν τῇ ἑορτῇ,
καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
1.7 JOH. 4:46–53 (Usk, 1. vsk.)
Joh04_46K
῏Ηλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας,
ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον.
καὶ ἦν τις βασιλικὸς
οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ.
Joh04_47K
οὗτος ἀκούσας ὅτι
᾿Ιησοῦς ἥκει ἐκ τῆς ᾿Ιουδαίας εἰς τὴν Γαλιλαίαν,
ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα
ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν,
ἤμελλεν γὰρ ἀποθνῄσκειν.
Joh04_48K
εἶπεν οὖν ὁ ᾿Ιησοῦς πρὸς αὐτόν
᾿Εὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε,
οὐ μὴ πιστεύσητε.
Joh04_49K
λέγει πρὸς αὐτὸν ὁ βασιλικός
Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
Joh04_50K
λέγει αὐτῷ ὁ ᾿Ιησοῦς
Πορεύου· ὁ υἱός σου ζῇ.
ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ
ὃν εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς καὶ ἐπορεύετο.
Joh04_51K
ἤδη δὲ αὐτοῦ καταβαίνοντος
οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ λέγοντες
ὅτι ὁ παῖς αὐτοῦ ζῇ.
Joh04_52K
ἐπύθετο οὖν τὴν ὥραν παρ᾿ αὐτῶν
ἐν ᾗ κομψότερον ἔσχεν·
εἶπαν οὖν αὐτῷ ὅτι
᾿Εχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
Joh04_53K
ἔγνω οὖν ὁ πατὴρ
ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς
῾Ο υἱός σου ζῇ,
καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
1.8 JOH. 4:54
Joh04_54K
τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ ᾿Ιησοῦς
ἐλθὼν ἐκ τῆς ᾿Ιουδαίας εἰς τὴν Γαλιλαίαν.
2. TEKSTIKRITIIKKI
Valikoima kohdista, joissa Ivan Paninin vuonna 1934 julkaisema numeerinen teksti eroaa Michael W. Holmesin vuonna 2010 toimittamasta Society of Biblical Literature Greek New Testament -tekstilaitoksesta. SBLGNT-teksti on annettu hakasulkeissa.
Joh01_01 ᾿Ιωάνης
[᾿Ιωάννης]
Joh04_04 Σαμαρίας, samoin jakeet 5, 7
[Σαμαρείας]
Joh04_09 Σαμαρεῖτις
[Σαμαρῖτις]
Joh04_09 Σαμαρείτιδος
[Σαμαρίτιδος]
Joh04_09 Σαμαρείταις
[Σαμαρίταις]
Joh04_11 λέγει αὐτῷ Κύριε
[λέγει αὐτῷ ἡ γυνή· Κύριε]
Joh04_17 εἶπες
[εἶπας]
Joh04_29 πάντα ἃ ἐποίησα
[πάντα ὅσα ἐποίησα]
Joh04_39 Σαμαρειτῶν
[Σαμαριτῶν]
Joh04_40 Σαμαρεῖται
[Σαμαρῖται]
Joh04_45 ᾿Ιεροσολύμοις
[῾Ιεροσολύμοις]
Joh04_46 Κανᾶ
[Κανὰ]
3. SUOMALAISIA KÄÄNNÖKSIÄ JA PARAFRAASEJA
RSUT Joh. 4 (suomalaisia käännöksiä ja parafraaseja)
https://gen.fi/rsut-04-04.html