KT Luuk. 12 teksti (KREIKKA TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET)
| kt-03-12-teksti.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 4.8.2025).
K KREIKKA https://gen.fi/k.html
KT TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET https://gen.fi/kt.html
KT LUUK. https://gen.fi/kt-03.html
KT LUUK. 12 https://gen.fi/kt-03-12.html
KT Luuk. 12 (teksti kreikaksi)
https://gen.fi/kt-03-12-teksti.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Luuk. 12
1.0 Numeerisen laitoksen tekstijaksot
1.1 Luuk. 12:1–3
1.2 Luuk. 12:4–7 (24 shel, 2. vsk.)
1.3 Luuk. 12:8–12 (Tap, 2. vsk.)
1.4 Luuk. 12:13–21 (2 shel, 2. vsk.)
1.5 Luuk. 12:22–34
1.6 Luuk. 12:35–40 (2 as, 2. vsk.)
1.7 Luuk. 12:41
1.8 Luuk. 12:42–48 (10 shel, 3. vsk.)
1.9 Luuk. 12:49–53
1.10 Luuk. 12:54–59
2. Tekstikritiikki
3. Suomalaisia käännöksiä ja parafraaseja
0. DOKUMENTTEJA
I Juha Muukkosen (Genesis ry) kotisivujen sivukartta
https://gen.fi/info-sivukartta.html
Greek New Testament. Ed. Michael W. Holmes.
Society of Biblical Literature 2010 (SBLGNT)
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934 (kopioi selaimeesi alla olevan linkin osoite)
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. LUUK. 12 (Luuk12K)
1.0 NUMEERISEN LAITOKSEN TEKSTIJAKSOT
Alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan.
Numeerisen laitoksen tekstijaksot:
• Luuk. 12:1–12
• Luuk. 12:13–21
• Luuk. 12:22–53
• Luuk. 12:54–59
1.1 LUUK. 12:1–3
Luuk12_01K
᾿Εν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου,
ὥστε καταπατεῖν ἀλλήλους,
ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον
Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης,
ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων.
Luuk12_02K
οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται,
καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
Luuk12_03K
ἀνθ᾿ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται,
καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις
κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
1.2 LUUK. 12:4–7 (24 shel, 2. vsk.)
Luuk12_04K
λέγω δὲ ὑμῖν τοῖς φίλοις μου,
Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα
καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
Luuk12_05K
ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε·
φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν
ἐμβαλεῖν εἰς τὴν γέενναν·
ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
Luuk12_06K
οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο;
καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ.
Luuk12_07K
ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται.
μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
1.3 LUUK. 12:8–12 (Tap, 2. vsk.)
Luuk12_08K
λέγω δὲ ὑμῖν,
πᾶς ὃς ἄν ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων,
καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει
ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·
Luuk12_09K
ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων
ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.
Luuk12_10K
καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου,
ἀφεθήσεται αὐτῷ·
τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
Luuk12_11K
ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς
καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας,
μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
Luuk12_12K
τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ,
ἃ δεῖ εἰπεῖν.
1.4 LUUK. 12:13–21 (2 shel, 2. vsk.)
Luuk12_13K
Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ
Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου
μερίσασθαι μετ᾿ ἐμοῦ τὴν κληρονομίαν.
Luuk12_14K
ὁ δὲ εἶπεν αὐτῷ
῎Ανθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ᾿ ὑμᾶς;
Luuk12_15K
εἶπεν δὲ πρὸς αὐτούς
῾Ορᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας·
ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ
ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.
Luuk12_16K
εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων
᾿Ανθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
Luuk12_17K
καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων
Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
Luuk12_18K
καὶ εἶπεν Τοῦτο ποιήσω·
καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω,
καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου,
Luuk12_19K
καὶ ἐρῶ τῇ ψυχῇ μου
Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά·
ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
Luuk12_20K
εἶπεν δὲ αὐτῷ ὁ Θεός
῎Αφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου αἰτοῦσιν ἀπὸ σοῦ·
ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
Luuk12_21K
οὕτως ὁ θησαυρίζων αὐτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν.
1.5 LUUK. 12:22–34
Luuk12_22K
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ
Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ, τί φάγητε·
μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε·
Luuk12_23K
ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς
καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
Luuk12_24K
κατανοήσατε τοὺς κόρακας
ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν,
οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη,
καὶ ὁ Θεὸς τρέφει αὐτούς·
πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
Luuk12_25K
τίς δὲ ἐξ ὑμῶν μεριμνῶν
δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν;
Luuk12_26K
εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε,
τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
Luuk12_27K
κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει·
λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ
περιεβάλετο ὡς ἓν τούτων.
Luuk12_28K
εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον
καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως ἀμφιέζει,
πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι.
Luuk12_29K
καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε·
καὶ μὴ μετεωρίζεσθε,
Luuk12_30K
ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν,
ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
Luuk12_31K
πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ,
καὶ ταῦτα προστεθήσεται ὑμῖν.
Luuk12_32K
μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον·
ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
Luuk12_33K
πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην·
ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα,
θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς,
ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
Luuk12_34K
ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν,
ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
1.6 LUUK. 12:35–40 (2 as, 2. vsk.)
Luuk12_35K
῎Εστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι
καὶ οἱ λύχνοι καιόμενοι,
Luuk12_36K
καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν,
πότε ἀναλύσῃ ἐκ τῶν γάμων,
ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
Luuk12_37K
μακάριοι οἱ δοῦλοι ἐκεῖνοι,
οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας.
ἀμὴν λέγω ὑμῖν
ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς
καὶ παρελθὼν διακονήσει αὐτοῖς.
Luuk12_38K
κα᾿ ᾿ν ἐν τῇ δευτέρᾳ κα᾿ ᾿ν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ
καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι.
Luuk12_39K
τοῦτο δὲ γινώσκετε
ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται,
ἐγρηγόρησεν ἄν καὶ οὐκ ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
Luuk12_40K
καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι·
ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
1.7 LUUK. 12:41
Luuk12_41K
Εἶπεν δὲ ὁ Πέτρος
Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις
ἢ καὶ πρὸς πάντας;
1.8 LUUK. 12:42–48 (10 shel, 3. vsk.)
Luuk12_42K
καὶ εἶπεν ὁ Κύριος
Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος, ὁ φρόνιμος,
ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ,
τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
Luuk12_43K
μακάριος ὁ δοῦλος ἐκεῖνος,
ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως·
Luuk12_44K
ἀληθῶς λέγω ὑμῖν
ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Luuk12_45K
ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ
Χρονίζει ὁ κύριός μου ἔρχεσθαι,
καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας,
ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
Luuk12_46K
ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ,
καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
καὶ διχοτομήσει αὐτὸν
καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
Luuk12_47K
ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ
καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ,
δαρήσεται πολλάς·
Luuk12_48K
ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας.
παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ,
καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
1.9 LUUK. 12:49–53
Luuk12_49K
Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν·
καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
Luuk12_50K
βάπτισμα δὲ ἔχω βαπτισθῆναι,
καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.
Luuk12_51K
δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ;
οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἢ διαμερισμόν·
Luuk12_52K
ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι,
τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν,
Luuk12_53K
διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί,
μήτηρ ἐπὶ θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα,
πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν.
1.10 LUUK. 12:54–59
Luuk12_54K
῎Ελεγεν δὲ καὶ τοῖς ὄχλοις
῞Οταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν,
εὐθέως λέγετε ὅτι
῎Ομβρος ἔρχεται, καὶ γίνεται οὕτως·
Luuk12_55K
καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι
Καύσων ἔσται, καὶ γίνεται.
Luuk12_56K
ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ
οἴδατε δοκιμάζειν,
τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν;
Luuk12_57K
τί δὲ καὶ ἀφ᾿ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
Luuk12_58K
ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾿ ἄρχοντα,
ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ·
μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτήν,
καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι,
καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν·
Luuk12_59K
λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν
ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
2. TEKSTIKRITIIKKI
Valikoima kohdista, joissa Ivan Paninin vuonna 1934 julkaisema numeerinen teksti eroaa Michael W. Holmesin vuonna 2010 toimittamasta Society of Biblical Literature Greek New Testament -tekstilaitoksesta. SBLGNT-teksti on annettu hakasulkeissa.
Luuk12_08 ὁμολογήσει
[ὁμολογήσῃ]
Luuk12_10 αἰτοῦσιν
[ἀπαιτοῦσιν]
Luuk12_21 ὁ θησαυρίζων αὐτῷ
[ὁ θησαυρίζων ἑαυτῷ]
Luuk12_22 τῷ σώματι ὑμῶν τί
[τῷ σώματι τί]
Luuk12_38 κα᾿ ᾿ν (2x)
[κἂν]
Luuk12_39 ἐγρηγόρησεν ἄν καὶ οὐκ ἀφῆκεν
[οὐκ ἄν ἀφῆκεν]
Luuk12_58 μή ποτε
[μήποτε]
3. SUOMALAISIA KÄÄNNÖKSIÄ JA PARAFRAASEJA
RSUT Luuk. 12 (suom. käännöksiä ja parafraaseja)
https://gen.fi/rsut-03-12.html