KT Mark. 11 teksti (KREIKKA TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET)
| kt-02-11-teksti.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 4.8.2025).
K KREIKKA https://gen.fi/k.html
KT TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET https://gen.fi/kt.html
KT MARK. https://gen.fi/kt-02.html
KT MARK. 11 https://gen.fi/kt-02-11.html
KT Mark. 11 (teksti kreikaksi)
https://gen.fi/kt-02-11-teksti.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Mark. 11
1.0 Numeerisen laitoksen tekstijaksot
1.1 Mark. 11:1–10 (1 as, 2. vsk.)
1.2 Mark. 11:11–14
1.3 Mark. 11:15–19
1.4 Mark. 11:20–25
1.5 Mark. 11:27–33
2. Tekstikritiikki
3. Suomalaisia käännöksiä ja parafraaseja
0. DOKUMENTTEJA
I Juha Muukkosen (Genesis ry) kotisivujen sivukartta
https://gen.fi/info-sivukartta.html
Greek New Testament. Ed. Michael W. Holmes.
Society of Biblical Literature 2010 (SBLGNT)
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934 (kopioi selaimeesi alla olevan linkin osoite)
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. MARK. 11 (Mark11K)
1.0 NUMEERISEN LAITOKSEN TEKSTIJAKSOT
Alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan.
Numeerisen laitoksen tekstijaksot:
• Mark. 11:1–11
• Mark. 11:12–14
• Mark. 11:15–19
• Mark. 11:20–25
• Mark. 11:27–33
Jae Mark11_26 puuttuu numeerisesta alkutekstistä.
1.1 MARK. 11:1–11 (Mark. 11:1–10, 1 as, 2. vsk.)
Mark11_01K
Καὶ ὅτε ἐγγίζουσιν εἰς ᾿Ιεροσόλυμα εἰς Βηθφαγὴ
καὶ Βηθανίαν πρὸς τὸ ῎Ορος τῶν ᾿Ελαιῶν,
ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
Mark11_02K
καὶ λέγει αὐτοῖς
῾Υπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν,
καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον
ἐφ᾿ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν·
λύσατε αὐτὸν καὶ φέρετε.
Mark11_03K
καὶ ἐάν τις ὑμῖν εἴπῃ Τί ποιεῖτε τοῦτο;
εἴπατε ὅτι ῾Ο Κύριος αὐτοῦ χρείαν ἔχει·
καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
Mark11_04K
καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον
πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
Mark11_05K
καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς·
Τί ποιεῖτε λύοντες τὸν πῶλον;
Mark11_06K
οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ ᾿Ιησοῦς·
καὶ ἀφῆκαν αὐτούς.
Mark11_07K
καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν ᾿Ιησοῦν,
καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν,
καὶ ἐκάθισεν ἐπ᾿ αὐτόν.
Mark11_08K
καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν,
ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν.
Mark11_09K
καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον
῾Ωσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
Mark11_10K
Εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ·
῾Ωσαννὰ ἐν τοῖς ὑψίστοις.
Mark11_11K
Καὶ εἰσῆλθεν εἰς ᾿Ιεροσόλυμα εἰς τὸ ἱερόν·
καὶ περιβλεψάμενος πάντα,
ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
1.2 MARK. 11:12–14
Mark11_12K
Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.
Mark11_13K
καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα
ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ,
καὶ ἐλθὼν ἐπ᾿ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα,
ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων.
Mark11_14K
καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ,
Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι.
καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
1.3 MARK. 11:15–19
Mark11_15K
Καὶ ἔρχονται εἰς ᾿Ιεροσόλυμα·
καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν
ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας
καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ,
καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν
καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
Mark11_16K
καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.
Mark11_17K
καὶ ἐδίδασκεν καὶ ἔλεγεν
Οὐ γέγραπται ὅτι
῾Ο οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν;
ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
Mark11_18K
καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς,
καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν·
ἐφοβοῦντο γὰρ αὐτόν,
πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Mark11_19K
Καὶ ὅταν ὀψὲ ἐγένετο,
ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
1.4 MARK. 11:20–25
Mark11_20K
Καὶ παραπορευόμενοι πρωὶ
εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
Mark11_21K
καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ,
῾Ραββεί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
Mark11_22K
καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς λέγει αὐτοῖς
῎Εχετε πίστιν Θεοῦ.
Mark11_23K
ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἄν εἴπῃ τῷ ὄρει τούτῳ
῎Αρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,
καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ
ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ.
Mark11_24K
διὰ τοῦτο λέγω ὑμῖν,
πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε,
πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν.
Mark11_25K
καὶ ὅταν στήκετε προσευχόμενοι,
ἀφίετε εἴ τι ἔχετε κατά τινος,
ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς
ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
1.5 MARK. 11:27–33
Mark11_27K
Καὶ ἔρχονται πάλιν εἰς ᾿Ιεροσόλυμα·
καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν
οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
Mark11_28K
καὶ ἔλεγον αὐτῷ
᾿Εν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;
ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
Mark11_29K
ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς
᾿Επερωτήσω ὑμᾶς ἕνα λόγον,
καὶ ἀποκρίθητέ μοι,
καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Mark11_30K
τὸ βάπτισμα τὸ ᾿Ιωάνου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
ἀποκρίθητέ μοι.
Mark11_31K
καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες
᾿Εὰν εἴπωμεν ᾿Εξ οὐρανοῦ, ἐρεῖ
Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
Mark11_32K
ἀλλὰ εἴπωμεν ᾿Εξ ἀνθρώπων; – ἐφοβοῦντο τὸν ὄχλον·
ἅπαντες γὰρ εἶχον τὸν ᾿Ιωάνην ὄντως ὅτι προφήτης ἦν.
Mark11_33K
καὶ ἀποκριθέντες τῷ ᾿Ιησοῦ λέγουσιν
Οὐκ οἴδαμεν. καὶ ὁ ᾿Ιησοῦς λέγει αὐτοῖς
Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
2. TEKSTIKRITIIKKI
Valikoima kohdista, joissa Ivan Paninin vuonna 1934 julkaisema numeerinen teksti eroaa Michael W. Holmesin vuonna 2010 toimittamasta Society of Biblical Literature Greek New Testament -tekstilaitoksesta. SBLGNT-teksti on annettu hakasulkeissa.
Mark11_01 ᾿Ιεροσόλυμα, samoin j. 11, 15, 27
[῾Ιεροσόλυμα]
Mark11_17 ἔλεγεν
[ἔλεγεν αὐτοῖς]
Mark11_20 πρωὶ
[πρωῒ]
Mark11_21 ῾Ραββεί
[῾Ραββί]
Mark11_30 ᾿Ιωάνου, samoin j. 32
[᾿Ιωάννου]
Mark11_31 λέγοντες ᾿Εὰν εἴπωμεν
[λέγοντες· Τί εἴπωμεν; ἐὰν εἴπωμεν]
3. SUOMALAISIA KÄÄNNÖKSIÄ JA PARAFRAASEJA
RSUT Mark. 11 (suomalaisia käännöksiä ja parafraaseja)
https://gen.fi/rsut-02-11.html