KT Mark. 5 teksti (KREIKKA TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET)
| kt-02-05-teksti.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 26.3.2026).
K KREIKKA https://gen.fi/k.html
KT TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET https://gen.fi/kt.html
KT MARK. https://gen.fi/kt-02.html
KT MARK. 5 https://gen.fi/kt-02-05.html
KT Mark. 5 (teksti kreikaksi)
https://gen.fi/kt-02-05-teksti.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Mark. 5
1.0 Numeerisen laitoksen tekstijaksot
1.1 Mark. 5:1–20
1.2 Mark. 5:21–43
2. Tekstikritiikki
0. DOKUMENTTEJA
I Juha Muukkosen (Genesis ry) kotisivujen sivukartta
https://gen.fi/info-sivukartta.html
Greek New Testament. Ed. Michael W. Holmes.
Society of Biblical Literature 2010 (SBLGNT)
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934 (kopioi selaimeesi alla olevan linkin osoite)
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. MARK. 5 (Mark05K)
1.0 NUMEERISEN LAITOKSEN TEKSTIJAKSOT
Alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan.
Numeerisen laitoksen tekstijaksot:
• Mark. 5:1–20
• Mark. 5:21–43
1.1 MARK. 5:1–20
Mark05_01K
Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης
εἰς τὴν χώραν τῶν Γερασηνῶν.
Mark05_02K
καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῷ
ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
Mark05_03K
ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν,
καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
Mark05_04K
διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι
δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις
καὶ τὰς πέδας συντετρίφθαι,
καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·
Mark05_05K
καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν
καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
Mark05_06K
καὶ ἰδὼν τὸν ᾿Ιησοῦν ἀπὸ μακρόθεν ἔδραμεν
καὶ προσεκύνησεν αὐτόν,
Mark05_07K
καὶ κράξας φωνῇ μεγάλῃ λέγει
Τί ἐμοὶ καὶ σοί, ᾿Ιησοῦ υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου;
ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.
Mark05_08K
ἔλεγεν γὰρ αὐτῷ
῎Εξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
Mark05_09K
καὶ ἐπηρώτα αὐτόν Τί ὄνομά σοι;
καὶ λέγει αὐτῷ Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν·
Mark05_10K
καὶ παρεκάλει αὐτὸν πολλὰ
ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
Mark05_11K
ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη.
Mark05_12K
καὶ παρεκάλεσαν αὐτὸν λέγοντες,
Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
Mark05_13K
καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα
εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη
κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ὡς δισχίλιοι,
καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
Mark05_14K
Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον
καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
καὶ ἦλθον ἰδεῖν τί ἐστι τὸ γεγονός.
Mark05_15K
καὶ ἔρχονται πρὸς τὸν ᾿Ιησοῦν,
καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον
καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα·
καὶ ἐφοβήθησαν.
Mark05_16K
καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες
πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
Mark05_17K
καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
Mark05_18K
καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον
παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾿ αὐτοῦ ᾖ.
Mark05_19K
καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ
῞Υπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς
ὅσα ὁ Κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε.
Mark05_20K
καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει
ὅσα ἐποίησεν αὐτῷ ὁ ᾿Ιησοῦς,
καὶ πάντες ἐθαύμαζον.
1.2 MARK. 5:21–43
Mark05_21K
Καὶ διαπεράσαντος τοῦ ᾿Ιησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν
συνήχθη ὄχλος πολὺς ἐπ᾿ αὐτόν,
καὶ ἦν παρὰ τὴν θάλασσαν.
Mark05_22K
καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι ᾿Ιάειρος,
καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
Mark05_23K
καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι
Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει·
ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ.
Mark05_24K
καὶ ἀπῆλθεν μετ᾿ αὐτοῦ·
Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
Mark05_25K
Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη,
Mark05_26K
καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν
καὶ δαπανήσασα τὰ παρ᾿ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα
ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
Mark05_27K
ἀκούσασα τὰ περὶ τοῦ ᾿Ιησοῦ,
ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ.
Mark05_28K
ἔλεγεν γὰρ ὅτι
᾿Εὰν ἅψωμαι κα᾿ ᾿ν τῶν ἱματίων αὐτοῦ σωθήσομαι.
Mark05_29K
καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς,
καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
Mark05_30K
καὶ εὐθὺς ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν
Τίς μου ἥψατο τῶν ἱματίων;
Mark05_31K
καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις Τίς μου ἥψατο;
Mark05_32K
καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
Mark05_33K
ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ,
ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
Mark05_34K
ὁ δὲ εἶπεν αὐτῇ
Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε·
ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Mark05_35K
῎Ετι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες
ὅτι ῾Η θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
Mark05_36K
ὁ δὲ ᾿Ιησοῦς παρακούσας τὸν λόγον λαλούμενον
λέγει τῷ ἀρχισυναγώγῳ Μὴ φοβοῦ, μόνον πίστευε.
Mark05_37K
καὶ οὐκ ἀφῆκεν οὐδένα μετ᾿ αὐτοῦ συνακολουθῆσαι
εἰ μὴ τὸν Πέτρον καὶ ᾿Ιάκωβον
καὶ ᾿Ιωάνην τὸν ἀδελφὸν ᾿Ιακώβου.
Mark05_38K
καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου,
καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
Mark05_39K
καὶ εἰσελθὼν λέγει αὐτοῖς
Τί θορυβεῖσθε καὶ κλαίετε;
τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
Mark05_40K
καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας
παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου
καὶ τὴν μητέρα καὶ τοὺς μετ᾿ αὐτοῦ,
καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον·
Mark05_41K
καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ
Ταλιθά, κοῦμ, ὅ ἐστιν μεθερμηνευόμενον·
Τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.
Mark05_42K
καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει,
ἦν γὰρ ἐτῶν δώδεκα.
καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ.
Mark05_43K
καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο,
καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
2. TEKSTIKRITIIKKI
Valikoima kohdista, joissa Ivan Paninin vuonna 1934 julkaisema numeerinen teksti eroaa Michael W. Holmesin vuonna 2010 toimittamasta Society of Biblical Literature Greek New Testament -tekstilaitoksesta. SBLGNT-teksti on annettu hakasulkeissa.
Mark05_03 ἠδύνατο
[ἐδύνατο]
Mark05_04 συντετρίφθαι
[συντετρῖφθαι]
Mark05_07 Θεόν
[θεόν]
Mark05_14 ἐστι
[ἐστιν]
Mark05_19 Κύριός
[κύριός]
Mark05_22 ᾿Ιάειρος
[᾿Ιάϊρος]
Mark03_25 Καὶ
[καὶ]
Mark05_27 ἀκούσασα τὰ περὶ
[ἀκούσασα περὶ]
Mark05_28 κα᾿ ᾿ν
[κἂν]
Mark05_37 ᾿Ιωάνην
[᾿Ιωάννην]
Mark05_41 Ταλιθά, κοῦμ
[Ταλιθα κουμ]
3. SUOMALAISIA KÄÄNNÖKSIÄ JA PARAFRAASEJA
RSUT Mark. 5 (suomalaisia käännöksiä ja parafraaseja)
https://gen.fi/rsut-02-05.html