KT Mark. 2 teksti (KREIKKA TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET)
| kt-02-02-teksti.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 6.12.2025).
K KREIKKA https://gen.fi/k.html
KT TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET https://gen.fi/kt.html
KT MARK. https://gen.fi/kt-02.html
KT MARK. 2 https://gen.fi/kt-02-02.html
KT Mark. 2 (teksti kreikaksi)
https://gen.fi/kt-02-02-teksti.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Mark. 2
1.0 Numeerisen laitoksen tekstijaksot
1.1 Mark. 2:1–12 (20 shel, 1. vsk.)
1.2 Mark. 2:13–17
1.3 Mark. 2:18–22 (18 shel, 2. vsk.)
1.4 Mark. 2:23–28 (18 shel, 3. vsk. vaihtoeht.)
2. Tekstikritiikki
3. Suomalaisia käännöksiä ja parafraaseja
0. DOKUMENTTEJA
I Juha Muukkosen (Genesis ry) kotisivujen sivukartta
https://gen.fi/info-sivukartta.html
Greek New Testament. Ed. Michael W. Holmes.
Society of Biblical Literature 2010 (SBLGNT)
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934 (kopioi selaimeesi alla olevan linkin osoite)
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. MARK. 2:1–28 (Mark02K)
1.0 NUMEERISEN LAITOKSEN TEKSTIJAKSOT
Alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan.
Numeerisen laitoksen tekstijaksot:
• Mark. 2:1–12
• Mark. 2:13–22
• Mark. 2:23–28
1.1 MARK. 2:1–12 (20 shel, 1. vsk.)
Mark02_01K
Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι᾿ ἡμερῶν ἠκούσθη
ὅτι ἐν οἴκῳ ἐστίν·
Mark02_02K
καὶ συνήχθησαν πολλοὶ,
ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν·
καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
Mark02_03K
καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν
παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων.
Mark02_04K
καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον
ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν,
καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον
ὅπου ὁ παραλυτικὸς κατέκειτο.
Mark02_05K
καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ,
Τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι.
Mark02_06K
ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι
καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν
Mark02_07K
Τί οὗτος οὕτω λαλεῖ; βλασφημεῖ·
τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός;
Mark02_08K
καὶ εὐθὺς ἐπιγνοὺς ὁ ᾿Ιησοῦς τῷ πνεύματι αὐτοῦ
ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς
Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
Mark02_09K
τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ
᾿Αφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν·
᾿Εγείρου καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;
Mark02_10K
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου
ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς
(λέγει τῷ παραλυτικῷ)
Mark02_11K
Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου
καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
Mark02_12K
καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον
ἐξῆλθεν ἔμπροσθεν πάντων·
ὥστε ἐξίστασθαι πάντας
καὶ δοξάζειν τὸν Θεὸν λέγοντας
ὅτι Οὕτως οὐδέποτε εἴδομεν.
1.2 MARK. 2:13–17
Mark02_13K
Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν·
καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν,
καὶ ἐδίδασκεν αὐτούς.
Mark02_14K
καὶ παράγων εἶδεν Λευεὶν τὸν τοῦ ῾Αλφαίου
καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ
᾿Ακολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
Mark02_15K
καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ,
καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο
τῷ ᾿Ιησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ·
ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ.
Mark02_16K
καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόντες
ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν
ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ
ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;
Mark02_17K
καὶ ἀκούσας ὁ ᾿Ιησοῦς λέγει αὐτοῖς ὅτι
Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ,
ἀλλὰ οἱ κακῶς ἔχοντες·
οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς.
1.3 MARK. 2:18–22 (18 shel, 2. vsk.)
Mark02_18K
Καὶ ἦσαν οἱ μαθηταὶ ᾿Ιωάνου καὶ οἱ Φαρισαῖοι νηστεύοντες.
καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ,
Διὰ τί οἱ μαθηταὶ ᾿Ιωάνου
καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν,
οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;
Mark02_19K
καὶ εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς·
Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος
ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστιν νηστεύειν;
ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ᾿ αὐτῶν
οὐ δύνανται νηστεύειν.
Mark02_20K
ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος,
καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
Mark02_21K
Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν·
εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ἀπ᾿ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ,
καὶ χεῖρον σχίσμα γίνεται.
Mark02_22K
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς·
εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς,
καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί.
ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.
1.4 MARK. 2:23–28 (18 shel, 3. vsk. vaihtoeht.)
Mark02_23K
Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν
διαπορεύεσθαι διὰ τῶν σπορίμων,
καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν
τίλλοντες τοὺς στάχυας.
Mark02_24K
καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ
῎Ιδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
Mark02_25K
καὶ λέγει αὐτοῖς·
Οὐδέποτε ἀνέγνωτε, τί ἐποίησεν Δαυὶδ,
ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ;
Mark02_26K
πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ ᾿Αβιάθαρ ἀρχιερέως,
καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν,
οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς,
καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
KT Mark. 2:26 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-02-02-26.html
Mark02_27K
καὶ ἔλεγεν αὐτοῖς
Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο
καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
Mark02_28K
ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
2. TEKSTIKRITIIKKI
Valikoima kohdista, joissa Ivan Paninin vuonna 1934 julkaisema numeerinen teksti eroaa Michael W. Holmesin vuonna 2010 toimittamasta Society of Biblical Literature Greek New Testament -tekstilaitoksesta.
Tässä luvussa ei ole mainittavia eroja.
3. SUOMALAISIA KÄÄNNÖKSIÄ JA PARAFRAASEJA
RSUT Mark. 2 (suomalaisia käännöksiä ja parafraaseja)
https://gen.fi/rsut-02-02.html