KT Matt. 22 teksti (KREIKKA TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET)
| kt-01-22-teksti.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 28.10.2025).
K KREIKKA https://gen.fi/k.html
KT TEKSTIT, JAESANASTOT JA KÄÄNNÖKSET https://gen.fi/kt.html
KT MATT. https://gen.fi/kt-01.html
KT MATT. 22 https://gen.fi/kt-01-22.html
KT Matt. 22 (teksti kreikaksi)
https://gen.fi/kt-01-22-teksti.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Matt. 22
1.0 Numeerisen laitoksen tekstijaksot
1.1 Matt. 22:1–14 (21 shel, 1. vsk)
1.2 Matt. 22:15–22 (24 shel, 1. vsk)
1.3 Matt. 22:23–33
1.4 Matt. 22:34–40 (19 shel, 1. vsk)
1.5 Matt. 22:41–46
2. Tekstikritiikki
3. Suomalaisia käännöksiä ja parafraaseja
0. DOKUMENTTEJA
I Juha Muukkosen (Genesis ry) kotisivujen sivukartta
https://gen.fi/info-sivukartta.html
Greek New Testament. Ed. Michael W. Holmes.
Society of Biblical Literature 2010 (SBLGNT)
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934 (kopioi selaimeesi alla olevan linkin osoite)
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. MATT. 22 (Matt22K)
1.0 NUMEERISEN LAITOKSEN TEKSTIJAKSOT
Alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan.
Numeerisen laitoksen tekstijaksot:
• Matt. 22:1–14
• Matt. 22:15–22
• Matt. 22:23–33
• Matt. 22:34–40
• Matt. 22:41–46
1.1 MATT. 22:1–14 (21 shel, 1. vsk)
Matt22_01K
Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς πάλιν
εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων
Matt22_02K
῾Ωμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ,
ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
KT Matt. 22:2 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-02.html
Matt22_03K
καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι
τοὺς κεκλημένους εἰς τοὺς γάμους,
καὶ οὐκ ἤθελον ἐλθεῖν.
KT Matt. 22:3 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-03.html
Matt22_04K
πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων
Εἴπατε τοῖς κεκλημένοις
᾿Ιδοὺ τὸ ἄριστόν μου ἡτοίμακα,
οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα·
δεῦτε εἰς τοὺς γάμους.
KT Matt. 22:4 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-04.html
Matt22_05K
οἱ δὲ ἀμελήσαντες ἀπῆλθον,
ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν,
ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·
KT Matt. 22:5 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-05.html
Matt22_06K
οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ
ὕβρισαν καὶ ἀπέκτειναν.
KT Matt. 22:6 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-06.html
Matt22_07K
ὁ δὲ βασιλεὺς ὠργίσθη,
καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν
τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
KT Matt. 22:7 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-07.html
Matt22_08K
τότε λέγει τοῖς δούλοις αὐτοῦ
῾Ο μὲν γάμος ἕτοιμός ἐστιν,
οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
KT Matt. 22:8 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-08.html
Matt22_09K
πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους
ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.
KT Matt. 22:9 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-09.html
Matt22_10K
καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς
συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς·
καὶ ἐπλήσθη ὁ νυμφὼν ἀνακειμένων.
KT Matt. 22:10 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-10.html
Matt22_11K
εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους
εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·
KT Matt. 22:11 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-11.html
Matt22_12K
καὶ λέγει αὐτῷ
῾Εταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;
ὁ δὲ ἐφιμώθη.
KT Matt. 22:12 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-12.html
Matt22_13K
τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις
Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας
ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον·
ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
KT Matt. 22:13 (teksti, sanastoa ja käännökset)
https://gen.fi/kt-01-22-13.html
Matt22_14K
πολλοὶ γάρ εἰσιν κλητοὶ
ὀλίγοι δὲ ἐκλεκτοί.
1.2 MATT. 22:15–22 (24 shel, 1. vsk)
Matt22_15K
Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον
ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
Matt22_16K
καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν
μετὰ τῶν ῾Ηρῳδιανῶν λέγοντες
Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ
καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις,
καὶ οὐ μέλει σοι περὶ οὐδενός·
οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
Matt22_17K
εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ;
ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
Matt22_18K
γνοὺς δὲ ὁ ᾿Ιησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν
Τί με πειράζετε, ὑποκριταί;
Matt22_19K
ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.
οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
Matt22_20K
καὶ λέγει αὐτοῖς
Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
Matt22_21K
λέγουσιν Καίσαρος. τότε λέγει αὐτοῖς
᾿Απόδοτε οὖν τὰ Καίσαρος Καίσαρι
καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
Matt22_22K
καὶ ἀκούσαντες ἐθαύμασαν,
καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
1.3 MATT. 22:23–33
Matt22_23K
᾿Εν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι,
λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
Matt22_24K
λέγοντες Διδάσκαλε, Μωυσῆς εἶπεν
᾿Εάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα,
ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ
καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
Matt22_25K
ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί·
καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν,
καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ
τῷ ἀδελφῷ αὐτοῦ·
Matt22_26K
ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.
Matt22_27K
ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή.
Matt22_28K
ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή;
πάντες γὰρ ἔσχον αὐτήν.
Matt22_29K
ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς
Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς
μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ·
Matt22_30K
ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται,
ἀλλ᾿ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν.
Matt22_31K
περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν,
οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος
Matt22_32K
᾿Εγώ εἰμι ὁ Θεὸς ᾿Αβραὰμ καὶ ὁ Θεὸς ᾿Ισαὰκ καὶ ὁ Θεὸς ᾿Ιακώβ;
οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν ἀλλὰ ζώντων.
Matt22_33K
καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
1.4 MATT. 22:34–40 (19 shel, 1. vsk)
Matt22_34K
Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες
ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους
συνήχθησαν ἐπὶ τὸ αὐτό.
Matt22_35K
καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν
Matt22_36K
Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
Matt22_37K
ὁ δὲ ἔφη αὐτῷ,
᾿Αγαπήσεις Κύριον τὸν Θεόν σου
ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου
καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
Matt22_38K
αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.
Matt22_39K
δευτέρα ὁμοία αὐτῇ
᾿Αγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Matt22_40K
ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος
κρέμαται καὶ οἱ προφῆται.
1.5 MATT. 22:41–46
Matt22_41K
Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ ᾿Ιησοῦς
Matt22_42K
λέγων Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ;
τίνος υἱός ἐστιν;
λέγουσιν αὐτῷ Τοῦ Δαυίδ.
Matt22_43K
λέγει αὐτοῖς
Πῶς οὖν Δαυὶδ ἐν Πνεύματι καλεῖ κύριον αὐτὸν λέγων
Matt22_44K
Εἶπεν Κύριος τῷ κυρίῳ μου
Κάθου ἐκ δεξιῶν μου,
ἕως ἄν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου;
Matt22_45K
εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον,
πῶς υἱὸς αὐτοῦ ἐστιν;
Matt22_46K
καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον·
οὐδὲ ἐτόλμησέν τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας
ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
2. TEKSTIKRITIIKKI
Valikoima kohdista, joissa Ivan Paninin vuonna 1934 julkaisema numeerinen teksti eroaa Michael W. Holmesin vuonna 2010 toimittamasta Society of Biblical Literature Greek New Testament -tekstilaitoksesta. SBLGNT-teksti on annettu hakasulkeissa.
Matt22_10 ὁ νυμφὼν
[ὁ γάμος]
Matt22_21 λέγουσιν Καίσαρος
[λέγουσιν αὐτῷ· Καίσαρος]
Matt22_30 ἄγγελοι ἐν τῷ οὐρανῷ
[ὡς ἄγγελοι Θεοῦ ἐν τῷ οὐρανῷ]
Matt22_39 δευτέρα ὁμοία
[δευτέρα δὲ ὁμοία]
3. SUOMALAISIA KÄÄNNÖKSIÄ JA PARAFRAASEJA
RSUT Matt. 22 (suomalaisia käännöksiä ja parafraaseja)
https://gen.fi/rsut-01-22.html