K8A Mark. 1 (KREIKKA NOVUM TEKSTIT)

k8a-2-1.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 27.4.2022).
K KREIKKA https://gen.fi/k.html
K8A NOVUM TEKSTIT https://gen.fi/k8a.html
K8A MARKUS https://gen.fi/k8a-2.html
K8A Mark. 1:1–45 Teksti
https://gen.fi/k8a-2-1.html
SISÄLLYSLUETTELO
0. Dokumentteja
1. Mark. 1:1–45 Teksti
2. Tekstikriittisiä huomioita
0. DOKUMENTTEJA
Alkuteksti Ivan Paninin v. 1934 toimittaman numeerisen tekstilaitoksen mukaan
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
– uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
Vertailuteksti: Society of Biblical Literature, Greek New Testament 2010
http://sblgnt.com/
– löytyy myös http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
K8B Mark. 1:1–45 Teksti & sanastoa
https://gen.fi/k8b-2-1.html
1. MARK. 1:1–45
Mark. 1:1
᾿Αρχὴ τοῦ εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ.
Mark. 1:2
Καθὼς γέγραπται ἐν τῷ ᾿Ησαΐᾳ τῷ προφήτῃ·
᾿Ιδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου·
Mark. 1:3
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·
῾Ετοιμάσατε τὴν ὁδὸν κυρίου,
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,
Mark. 1:4
ἐγένετο ᾿Ιωάνης ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ
κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
Mark. 1:5
καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ᾿Ιουδαία χώρα
καὶ οἱ ῾Ιεροσολυμεῖται πάντες,
καὶ ἐβαπτίζοντο ὑπ᾿ αὐτοῦ ἐν τῷ ᾿Ιορδάνῃ ποταμῷ
ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Mark. 1:6
καὶ ἦν ὁ ᾿Ιωάνης ἐνδεδυμένος τρίχας καμήλου
καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ,
καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον.
Mark. 1:7
καὶ ἐκήρυσσεν λέγων·
῎Ερχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου,
οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι
τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
Mark. 1:8
ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι,
αὐτὸς δὲ βαπτίσει ὑμᾶς Πνεύματι ῾Αγίῳ.
Mark. 1:9
᾿Εγένετο ἐν ἐκείναις ταῖς ἡμέραις
ἦλθεν ᾿Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας
καὶ ἐβαπτίσθη εἰς τὸν ᾿Ιορδάνην ὑπὸ ᾿Ιωάνου.
Mark. 1:10
καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος
εἶδεν σχιζομένους τοὺς οὐρανοὺς
καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν·
Mark. 1:11
καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν
Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
Mark. 1:12
Καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
Mark. 1:13
καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας
πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ,
καὶ ἦν μετὰ τῶν θηρίων,
καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Mark. 1:14
Καὶ μετὰ τὸ παραδοθῆναι τὸν ᾿Ιωάνην
ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν Γαλιλαίαν
κηρύσσων τὸ εὐαγγέλιον τοῦ Θεοῦ
Mark. 1:15
καὶ λέγων ὅτι
Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ·
μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
Mark. 1:16
Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας
εἶδεν Σίμωνα καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν Σίμωνος
ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλεεῖς·
Mark. 1:17
καὶ εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς·
Δεῦτε ὀπίσω μου,
καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλεεῖς ἀνθρώπων.
Mark. 1:18
καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
Mark. 1:19
καὶ προβὰς ὀλίγον εἶδεν
᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου
καὶ ᾿Ιωάνην τὸν ἀδελφὸν αὐτοῦ,
καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,
Mark. 1:20
καὶ εὐθὺς ἐκάλεσεν αὐτούς.
καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον
ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
Mark. 1:21
Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ.
καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν
εἰς τὴν συναγωγήν ἐδίδασκεν.
Mark. 1:22
καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ,
ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων
καὶ οὐχ ὡς οἱ γραμματεῖς.
Mark. 1:23
καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν
ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν
Mark. 1:24
λέγων· Τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ Ναζαρηνέ;
ἦλθες ἀπολέσαι ἡμᾶς;
οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.
Mark. 1:25
καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς λέγων·
Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.
Mark. 1:26
καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον
καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.
Mark. 1:27
καὶ ἐθαμβήθησαν ἅπαντες,
ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας·
Τί ἐστιν τοῦτο; διδαχὴ καινή·
κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει,
καὶ ὑπακούουσιν αὐτῷ.
Mark. 1:28
Καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ
εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Mark. 1:29
Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες
ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ ᾿Ανδρέου
μετὰ ᾿Ιακώβου καὶ ᾿Ιωάνου.
Mark. 1:30
ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα,
καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.
Mark. 1:31
καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός,
καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.
Mark. 1:32
᾿Οψίας δὲ γενομένης, ὅτε ἔδυσεν ὁ ἥλιος,
ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας
καὶ τοὺς δαιμονιζομένους·
Mark. 1:33
καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.
Mark. 1:34
καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις,
καὶ δαιμόνια πολλὰ ἐξέβαλεν,
καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια,
ὅτι ᾔδεισαν αὐτόν Χριστὸν εἶναι.
Mark. 1:35
Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς
ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κα᾿ ᾿κεῖ προσηύχετο.
Mark. 1:36
καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ,
Mark. 1:37
καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι
Πάντες ζητοῦσίν σε.
Mark. 1:38
καὶ λέγει αὐτοῖς·
῎Αγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις,
ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ἐξῆλθον.
Mark. 1:39
καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν
εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
Mark. 1:40
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν,
καὶ γονυπετῶν λέγων αὐτῷ ὅτι
᾿Εὰν θέλῃς δύνασαί με καθαρίσαι.
Mark. 1:41
καὶ σπλαγχνισθεὶς, ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο,
καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι·
Mark. 1:42
καὶ εὐθὺς ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
Mark. 1:43
καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν,
Mark. 1:44
καὶ λέγει αὐτῷ·
῞Ορα μηδενὶ μηδὲν εἴπῃς,
ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ
καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου
ἃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
Mark. 1:45
ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ
καὶ διαφημίζειν τὸν λόγον,
ὥστε μηκέτι αὐτὸν δύνασθαι εἰς πόλιν φανερῶς εἰσελθεῖν·
ἀλλὰ ἔξω ἐπ᾿ ἐρήμοις τόποις ἦν·
καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.
2. TEKSTIKRIITTISIÄ HUOMIOITA
Tekstikritiikin osalta ei tarkastella pienten ja isojen kirjainten käyttöä, välimerkkejä eikä sellaista sanajärjestyksen vaihtelua, jonka merkitys on allekirjoittaneen mielestä vähäinen.
Vertailtava Society of Biblical Literature, Greek New Testament 2010 -muoto on annettu hakasulkeissa.
᾿Ιωάνης [᾿Ιωάννης] (useita jakeita)
j. 5 ῾Ιεροσολυμείτης [῾Ιεροσολυμίτης]
j. 8 βαπτίσει ὑμᾶς Πνεύματι ῾Αγίῳ. [βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.]
j. 16, 17 ἁλεεῖς [ἁλιεῖς]
j. 32 ἔδυσεν [ἔδυ]
j. 34 ᾔδεισαν αὐτόν Χριστὸν εἶναι. [ᾔδεισαν αὐτόν.]
j. 41 σπλαγχνισθεὶς [ὀργισθεὶς]