K8 Joh. 17 (KREIKKA NOVUM TEKSTIT)

k8-04-17.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 20.4.2023).
K KREIKKA https://gen.fi/k.html
K8 NOVUM TEKSTIT https://gen.fi/k8.html
K8 JOHANNES https://gen.fi/k8-04.html
K8 Joh. 17 (teksti)
https://gen.fi/k8-04-17.html
SISÄLLYSLUETTELO
0. Dokumentteja
1. Joh. 17
1.1 Joh. 17:1–5
1.2 Joh. 17:6–10 (4 sp, 2. vsk.)
1.3 Joh. 17:11–17 (3 sp, 2. vsk.)
1.4 Joh. 17:18–23 (6 sp, 3. vsk.)
1.5 Joh. 17:24–26 (Hela, 2. vsk.)
2. Tekstikritiikki
0. DOKUMENTTEJA
INFO Kirkkovuoden pyhäpäivien lyhenteet
https://gen.fi/info-l-kirkkovuosi.html
K3 Joh. 17 (teksti & sanastoa)
https://gen.fi/k3-04-17.html
Greek New Testament (SBLGNT). Society of Biblical Literature 2010
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. JOH. 17
• alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan
• numeerisen laitoksen tekstijaksot
Joh. 17:1–5
Joh. 17:6–19
Joh. 17:20–26
1.1 JOH. 17:1–5
Joh17_1
Ταῦτα ἐλάλησεν ᾿Ιησοῦς,
καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν
Πάτερ, ἐλήλυθεν ἡ ὥρα·
δόξασόν σου τὸν υἱόν,
ἵνα ὁ υἱὸς δοξάσῃ σέ,
Joh17_2
καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός,
ἵνα πᾶν ὃ δέδωκας αὐτῷ
δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.
Joh17_3
αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ
ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν
καὶ ὃν ἀπέστειλας ᾿Ιησοῦν Χριστόν.
Joh17_4
ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς,
τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι
ἵνα ποιήσω·
Joh17_5
καὶ νῦν δόξασόν με σύ, πάτερ,
παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον
πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
1.2 JOH. 17:6–10 (4 sp, 2. vsk.)
Joh17_6
᾿Εφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις
οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου·
σοὶ ἦσαν κα᾿ ᾿μοὶ αὐτοὺς ἔδωκας,
καὶ τὸν λόγον σου τετήρηκαν.
Joh17_7
νῦν ἔγνωκαν
ὅτι πάντα ὅσα ἔδωκάς μοι
παρὰ σοῦ εἰσιν·
Joh17_8
ὅτι τὰ ῥήματα ἅ ἔδωκάς μοι
δέδωκα αὐτοῖς,
καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς
ὅτι παρὰ σοῦ ἐξῆλθον,
καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
Joh17_9
ἐγὼ περὶ αὐτῶν ἐρωτῶ·
οὐ περὶ τοῦ κόσμου ἐρωτῶ
ἀλλὰ περὶ ὧν δέδωκάς μοι,
ὅτι σοί εἰσιν,
Joh17_10
καὶ τὰ ἐμὰ πάντα σά ἐστιν
καὶ τὰ σὰ ἐμά,
καὶ δεδόξασμαι ἐν αὐτοῖς.
1.3 JOH. 17:11–17 (3 sp, 2. vsk.)
Joh17_11
καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ,
καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν,
κα᾿ ᾿γὼ πρὸς σὲ ἔρχομαι.
πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου
ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς.
Joh17_12
ὅτε ἤμην μετ᾿ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς
ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα,
καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο
εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας,
ἵνα ἡ γραφὴ πληρωθῇ.
Joh17_13
νῦν δὲ πρὸς σὲ ἔρχομαι,
καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ
ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.
Joh17_14
ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου,
καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς,
ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου
καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
Joh17_15
οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου
ἀλλ᾿ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
Joh17_16
ἐκ τοῦ κόσμου οὐκ εἰσὶν
καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
Joh17_17
ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ·
ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.
1.4 JOH. 17:18–23 (6 sp, 3. vsk.)
Joh17_18
καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον,
κα᾿ ᾿γὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον·
Joh17_19
καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν,
ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.
Joh17_20
Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον
ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ,
Joh17_21
ἵνα πάντες ἓν ὦσιν,
καθὼς σύ, πάτηρ, ἐν ἐμοὶ κα᾿ ᾿γὼ ἐν σοί,
ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν,
ἵνα ὁ κόσμος πιστεύῃ
ὅτι σύ με ἀπέστειλας.
Joh17_22
κα᾿ ᾿γὼ τὴν δόξαν
ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς,
ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν,
Joh17_23
ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί,
ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν,
ἵνα γινώσκῃ ὁ κόσμος
ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς
καθὼς ἐμὲ ἠγάπησας.
1.5 JOH. 17:24–26 (Hela, 2. vsk.)
Joh17_24
πατήρ, ὃ δέδωκάς μοι, θέλω
ἵνα ὅπου εἰμὶ ἐγὼ
κα᾿ ᾿κεῖνοι ὦσιν μετ᾿ ἐμοῦ,
ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν
ἣν δέδωκάς μοι,
ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
Joh17_25
Πατὴρ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω,
ἐγὼ δέ σε ἔγνων,
καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας,
Joh17_26
καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου,
καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με
ἐν αὐτοῖς ᾖ κα᾿ ᾿γὼ ἐν αὐτοῖς.
2. TEKSTIKRITIIKKI
Tekstikritiikin osalta tarkastellaan vain sellaisia eroja, jotka allekirjoittaneen mielestä vaikuttavat käännökseen ja/tai tulkintaan.
Vertailtava tekstilaitos (SBLGNT 2010) on annettu hakasulkeissa.
j. 7 ἔδωκάς [δέδωκάς]
j. 21 πάτηρ [πάτερ]
j. 24 πατήρ [πάτερ]
j. 25 Πατὴρ [Πάτερ]
K KREIKKA https://gen.fi/k.html
K8 NOVUM TEKSTIT https://gen.fi/k8.html
K8 JOHANNES https://gen.fi/k8-04.html
K8 Joh. 17 (teksti)
https://gen.fi/k8-04-17.html
SISÄLLYSLUETTELO
0. Dokumentteja
1. Joh. 17
1.1 Joh. 17:1–5
1.2 Joh. 17:6–10 (4 sp, 2. vsk.)
1.3 Joh. 17:11–17 (3 sp, 2. vsk.)
1.4 Joh. 17:18–23 (6 sp, 3. vsk.)
1.5 Joh. 17:24–26 (Hela, 2. vsk.)
2. Tekstikritiikki
0. DOKUMENTTEJA
INFO Kirkkovuoden pyhäpäivien lyhenteet
https://gen.fi/info-l-kirkkovuosi.html
K3 Joh. 17 (teksti & sanastoa)
https://gen.fi/k3-04-17.html
Greek New Testament (SBLGNT). Society of Biblical Literature 2010
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. JOH. 17
• alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan
• numeerisen laitoksen tekstijaksot
Joh. 17:1–5
Joh. 17:6–19
Joh. 17:20–26
1.1 JOH. 17:1–5
Joh17_1
Ταῦτα ἐλάλησεν ᾿Ιησοῦς,
καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν
Πάτερ, ἐλήλυθεν ἡ ὥρα·
δόξασόν σου τὸν υἱόν,
ἵνα ὁ υἱὸς δοξάσῃ σέ,
Joh17_2
καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός,
ἵνα πᾶν ὃ δέδωκας αὐτῷ
δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.
Joh17_3
αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ
ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν
καὶ ὃν ἀπέστειλας ᾿Ιησοῦν Χριστόν.
Joh17_4
ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς,
τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι
ἵνα ποιήσω·
Joh17_5
καὶ νῦν δόξασόν με σύ, πάτερ,
παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον
πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
1.2 JOH. 17:6–10 (4 sp, 2. vsk.)
Joh17_6
᾿Εφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις
οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου·
σοὶ ἦσαν κα᾿ ᾿μοὶ αὐτοὺς ἔδωκας,
καὶ τὸν λόγον σου τετήρηκαν.
Joh17_7
νῦν ἔγνωκαν
ὅτι πάντα ὅσα ἔδωκάς μοι
παρὰ σοῦ εἰσιν·
Joh17_8
ὅτι τὰ ῥήματα ἅ ἔδωκάς μοι
δέδωκα αὐτοῖς,
καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς
ὅτι παρὰ σοῦ ἐξῆλθον,
καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
Joh17_9
ἐγὼ περὶ αὐτῶν ἐρωτῶ·
οὐ περὶ τοῦ κόσμου ἐρωτῶ
ἀλλὰ περὶ ὧν δέδωκάς μοι,
ὅτι σοί εἰσιν,
Joh17_10
καὶ τὰ ἐμὰ πάντα σά ἐστιν
καὶ τὰ σὰ ἐμά,
καὶ δεδόξασμαι ἐν αὐτοῖς.
1.3 JOH. 17:11–17 (3 sp, 2. vsk.)
Joh17_11
καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ,
καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν,
κα᾿ ᾿γὼ πρὸς σὲ ἔρχομαι.
πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου
ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς.
Joh17_12
ὅτε ἤμην μετ᾿ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς
ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα,
καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο
εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας,
ἵνα ἡ γραφὴ πληρωθῇ.
Joh17_13
νῦν δὲ πρὸς σὲ ἔρχομαι,
καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ
ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.
Joh17_14
ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου,
καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς,
ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου
καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
Joh17_15
οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου
ἀλλ᾿ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
Joh17_16
ἐκ τοῦ κόσμου οὐκ εἰσὶν
καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
Joh17_17
ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ·
ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.
1.4 JOH. 17:18–23 (6 sp, 3. vsk.)
Joh17_18
καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον,
κα᾿ ᾿γὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον·
Joh17_19
καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν,
ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.
Joh17_20
Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον
ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ,
Joh17_21
ἵνα πάντες ἓν ὦσιν,
καθὼς σύ, πάτηρ, ἐν ἐμοὶ κα᾿ ᾿γὼ ἐν σοί,
ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν,
ἵνα ὁ κόσμος πιστεύῃ
ὅτι σύ με ἀπέστειλας.
Joh17_22
κα᾿ ᾿γὼ τὴν δόξαν
ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς,
ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν,
Joh17_23
ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί,
ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν,
ἵνα γινώσκῃ ὁ κόσμος
ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς
καθὼς ἐμὲ ἠγάπησας.
1.5 JOH. 17:24–26 (Hela, 2. vsk.)
Joh17_24
πατήρ, ὃ δέδωκάς μοι, θέλω
ἵνα ὅπου εἰμὶ ἐγὼ
κα᾿ ᾿κεῖνοι ὦσιν μετ᾿ ἐμοῦ,
ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν
ἣν δέδωκάς μοι,
ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
Joh17_25
Πατὴρ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω,
ἐγὼ δέ σε ἔγνων,
καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας,
Joh17_26
καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου,
καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με
ἐν αὐτοῖς ᾖ κα᾿ ᾿γὼ ἐν αὐτοῖς.
2. TEKSTIKRITIIKKI
Tekstikritiikin osalta tarkastellaan vain sellaisia eroja, jotka allekirjoittaneen mielestä vaikuttavat käännökseen ja/tai tulkintaan.
Vertailtava tekstilaitos (SBLGNT 2010) on annettu hakasulkeissa.
j. 7 ἔδωκάς [δέδωκάς]
j. 21 πάτηρ [πάτερ]
j. 24 πατήρ [πάτερ]
j. 25 Πατὴρ [Πάτερ]