K8 Joh. 12 (KREIKKA NOVUM TEKSTIT)

k8-04-12.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 9.2.2023).
K KREIKKA https://gen.fi/k.html
K8 NOVUM TEKSTIT https://gen.fi/k8.html
K8 JOHANNES https://gen.fi/k8-04.html
K8 Joh. 12 (teksti)
https://gen.fi/k8-04-12.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Joh. 12
1.1 Joh. 12:1–8 (Pal, 2. vsk.)
1.2 Joh. 12:9–11
1.3 Joh. 12:12–24 (Pal, 1. vsk.)
1.4 Joh. 12:25–33 (Las, 2. vsk.)
1.5 Joh. 12:34
1.6 Joh. 12:35–36 (Kyn, vaihtoeht. saarnateksti)
1.7 Joh. 12:37–43 (3 paas, 2. vsk.)
1.8 Joh. 12:44–47 (Lop, vaihtoeht. saarnateksti)
1.9 Joh. 48–50
2. Tekstikritiikki
0. DOKUMENTTEJA
INFO Kirkkovuoden pyhäpäivien lyhenteet
https://gen.fi/info-l-kirkkovuosi.html
K3 Joh. 12 (teksti & sanastoa)
https://gen.fi/k3-04-12.html
Greek New Testament (SBLGNT). Society of Biblical Literature 2010
http://sblgnt.com/
http://raamattu.uskonkirjat.net/servlet/biblesite.Bible
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
1. JOH. 12
• alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan
• numeerisen laitoksen tekstijaksot
Joh. 12:1–8
Joh. 12:9–11
Joh. 12:12–19
Joh. 12:20–36a
Joh. 12:36b–43
Joh. 12:44–50
1.1 JOH. 12:1–8 (Pal, 2. vsk.)
Joh. 12:1
῾Ο οὖν ᾿Ιησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν,
ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν ᾿Ιησοῦς.
Joh. 12:2
ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει,
ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ.
Joh. 12:3
ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου
ἤλειψεν τοὺς πόδας τοῦ ᾿Ιησοῦ
καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ·
ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
Joh. 12:4
λέγει δὲ ᾿Ιούδας ὁ ᾿Ισκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ,
ὁ μέλλων αὐτὸν παραδιδόναι,
Joh. 12:5
Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων
καὶ ἐδόθη πτωχοῖς;
Joh. 12:6
εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ
ἀλλ᾿ ὅτι κλέπτης ἦν
καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.
Joh. 12:7
εἶπεν οὖν ὁ ᾿Ιησοῦς ῎Αφες αὐτήν,
ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό.
Joh. 12:8
τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν,
ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
1.2 JOH. 12:9–11
1.3 JOH. 12:12–24 (Pal, 1. vsk.)
– –
Joh. 12:20
῏Ησαν δὲ ῞Ελληνές τινες ἐκ τῶν ἀναβαινόντων
ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·
Joh. 12:21
οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας,
καὶ ἠρώτων αὐτὸν λέγοντες,
Κύριε, θέλομεν τὸν ᾿Ιησοῦν ἰδεῖν.
Joh. 12:22
ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ ᾿Ανδρέᾳ·
ἔρχεται ᾿Ανδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ ᾿Ιησοῦ.
Joh. 12:23
ὁ δὲ ᾿Ιησοῦς ἀποκρίνεται αὐτοῖς λέγων
᾿Ελήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
Joh. 12:24
ἀμὴν ἀμὴν λέγω ὑμῖν,
ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ,
αὐτὸς μόνος μένει·
ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
1.4 JOH. 12:25–33 (Las, 2. vsk.)
Joh. 12:25
ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν,
καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ
εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
Joh. 12:26
ἐὰν ἐμοί τις διακονῇ ἐμοὶ ἀκολουθείτω,
καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται·
ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.
Joh. 12:27
Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω;
πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης.
ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.
Joh. 12:28
πάτερ, δόξασόν σου τὸ ὄνομα.
ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ
Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
Joh. 12:29
ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον
῎Αγγελος αὐτῷ λελάληκεν.
Joh. 12:30
ἀπεκρίθη καὶ εἶπεν ᾿Ιησοῦς
Οὐ δι᾿ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι᾿ ὑμᾶς.
Joh. 12:31
νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου,
νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.
Joh. 12:32
κα᾿ ᾿γώ, ἂν ὑψωθῶ ἐκ τῆς γῆς,
πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
Joh. 12:33
τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
1.5 JOH. 12:34
Joh. 12:34
ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος
῾Ημεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου
ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ
ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου;
τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
1.6 JOH. 12:35–36 (Kyn, vaihtoeht. saarnateksti)
Joh. 12:35
εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς
῎Ετι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν.
περιπατεῖτε ὡς τὸ φῶς ἔχετε,
ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ,
καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
Joh. 12:36a
ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.
Joh. 12:36b
Ταῦτα ἐλάλησεν ᾿Ιησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν.
1.7 JOH. 12:37–43 (3 paas, 2. vsk.)
Joh. 12:37
Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν
οὐκ ἐπίστευον εἰς αὐτόν,
Joh. 12:38
ἵνα ὁ λόγος ᾿Ησαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν
Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
Joh. 12:39
διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν
ὅτι πάλιν εἶπεν ᾿Ησαΐας
Joh. 12:40
Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς
καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν,
ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ
καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς.
Joh. 12:41
ταῦτα εἶπεν ᾿Ησαΐας
ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ.
Joh. 12:42
῞Ομως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν,
ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν
ἵνα μὴ ἀποσυνάγωγοι γένωνται,
Joh. 12:43
ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον
ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
1.8 JOH. 12:44–47 (Lop, vaihtoeht. saarnateksti)
1.9 JOH. 48–50
2. TEKSTIKRITIIKKI
Tekstikritiikin osalta tarkastellaan vain sellaisia eroja, jotka allekirjoittaneen mielestä vaikuttavat käännökseen ja/tai tulkintaan.
Vertailtava tekstilaitos (SBLGNT 2010) on annettu hakasulkeissa.
j. 32 κα᾿ ᾿γώ, ἂν ὑψωθῶ [κἀγὼ ἐὰν ὑψωθῶ]