K3 Joh. 3 (KREIKKA NOVUM SANASTOT)

k3-04-03.pdf |
Avaa lukemista ja tulostamista varten yllä oleva pdf-tiedosto (päivitelty 27.1.2023).
K KREIKKA https://gen.fi/k.html
K3 NOVUM SANASTOT https://gen.fi/k3.html
K3 JOHANNES https://gen.fi/k3-04.html
K3 Joh. 3 (teksti & sanastoa)
https://gen.fi/k3-04-03.html
SISÄLLYSLUETTELO (luonnos)
0. Dokumentteja
1. Joh. 3
1.1 Joh. 3:1–15 (Kolm, 1. vsk.)
1.2 Joh. 3:16–21 (Hel, 3. vsk.)
1.3 Joh. 3:22–25
1.4 Joh. 3:26–30 (3 as, 3. vsk., vaihtoeht.)
1.5 Joh. 3:31–36
0. DOKUMENTTEJA
INFO Kirkkovuoden pyhäpäivien lyhenteet
https://gen.fi/info-l-kirkkovuosi.html
K2 SANUEET https://gen.fi/k2.html
K4 KIELIOPPI https://gen.fi/k4.html
K5 VERBIOPPI https://gen.fi/k5.html
K7 NIMET https://gen.fi/k7.html
K8 NOVUM TEKSTIT https://gen.fi/k8.html
K9 VERBITAULUKOT https://gen.fi/k9.html
New Testament in the Original Greek by Ivan Panin.
Book Society of Canada 1934
https://www.scribd.com/document/644433/Ivan-Panin-The-New-Testament-in-the-Original-Greek
uusi painos: Numeric Greek New Testament. Ed. Mark Vedder 2017/2019
Liljeqvist, Matti: Uuden testamentin sanakirja kreikka–suomi (MLK).
Finn Lectura 2007
1. JOH. 3
• alkuteksti Ivan Paninin v. 1934 numeerisen tekstilaitoksen mukaan
• Paninin numeerisen laitoksen tekstijaksot
Joh. 3:1–15
Joh. 3:16–21
Joh. 3:22–30
Joh. 3:31–36
• tekstikriitiikki
K8 Joh. 3 (teksti)
https://gen.fi/k8-04-03.html
1.1 JOH. 3:1–15 (Kolm, 1. vsk.)
Joh. 3:1
῏Ην δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν ᾿Ιουδαίων·
Joh. 3:2
οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ
῾Ραββεί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος·
οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς,
ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾿ αὐτοῦ.
Joh. 3:3
ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ
᾿Αμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν,
οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.
Joh. 3:4
λέγει πρὸς αὐτὸν ὁ Νικόδημος
Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν;
μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;
Joh. 3:5
ἀπεκρίθη ᾿Ιησοῦς ᾿Αμὴν ἀμὴν λέγω σοι,
ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος,
οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
Joh. 3:6
τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν,
καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν.
Joh. 3:7
μὴ θαυμάσῃς ὅτι εἶπόν σοι
Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.
Joh. 3:8
τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις,
ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει·
οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.
Joh. 3:9
ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ
Πῶς δύναται ταῦτα γενέσθαι;
Joh. 3:10
ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ
Σὺ εἶ ὁ διδάσκαλος τοῦ ᾿Ισραὴλ, καὶ ταῦτα οὐ γινώσκεις;
Joh. 3:11
ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν,
καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν,
καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
Joh. 3:12
εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε,
πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;
Joh. 3:13
καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν
εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου.
Joh. 3:14
καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ,
οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,
Joh. 3:15
ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.
1.2 JOH. 3:16–21 (Hel, 3. vsk.)
Joh. 3:16
Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον
ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν,
ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται
ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.
Joh. 3:17
οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον
ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.
Joh. 3:18
ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ μὴ πιστεύων ἤδη κέκριται,
ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ.
Joh. 3:19
αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον
καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς,
ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.
Joh. 3:20
πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς
καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ·
Joh. 3:21
ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς,
ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
1.3 JOH. 3:22–25
1.4 JOH. 3:26–30 (3 as, 3. vsk., vaihtoeht.)
1.5 JOH. 3:31–36